Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.56 Joseph. AJ 18.61 (English) >>Joseph. AJ 18.65

18.59οἱ δὲ πρηνεῖς ῥίψαντες ἑαυτοὺς καὶ γυμνοῦντες τὰς σφαγὰς ἡδονῇ δέξασθαι τὸν θάνατον ἔλεγον τολμήσειν τὴν σοφίαν παραβήσεσθαι τῶν νόμων. καὶ Πιλᾶτος θαυμάσας τὸ ἐχυρὸν αὐτῶν ἐπὶ φυλακῇ τῶν νόμων παραχρῆμα τὰς εἰκόνας ἐκ τῶν Ἱεροσολύμων ἐπανεκόμισεν εἰς Καισάρειαν. 18.60

Ὑδάτων δὲ ἐπαγωγὴν εἰς τὰ Ἱεροσόλυμα ἔπραξεν δαπάνῃ τῶν ἱερῶν χρημάτων ἐκλαβὼν τὴν ἀρχὴν τοῦ ῥεύματος ὅσον ἀπὸ σταδίων διακοσίων, οἱ δʼ οὐκ ἠγάπων τοῖς ἀμφὶ τὸ ὕδωρ δρωμένοις πολλαί τε μυριάδες ἀνθρώπων συνελθόντες κατεβόων αὐτοῦ παύσασθαι τοῦ ἐπὶ τοιούτοις προθυμουμένου, τινὲς δὲ καὶ λοιδορίᾳ χρώμενοι ὕβριζον εἰς τὸν ἄνδρα, οἷα δὴ φιλεῖ πράσσειν ὅμιλος. 18.61 δὲ στολῇ τῇ ἐκείνων πολὺ πλῆθος στρατιωτῶν ἀμπεχόμενον, οἳ ἐφέροντο σκυτάλας ὑπὸ ταῖς στολαῖς, διαπέμψας εἰς περιέλθοιεν αὐτούς, αὐτὸς ἐκέλευσεν ἀναχωρεῖν. τῶν δὲ ὡρμηκότων εἰς τὸ λοιδορεῖν ἀποδίδωσι τοῖς στρατιώταις προσυνέκειτο σημεῖον. 18.62οἱ δὲ καὶ πολὺ μειζόνως ἤπερ ἐπέταξεν Πιλᾶτος ἐχρῶντο πληγαῖς τούς τε θορυβοῦντας ἐν ἴσῳ καὶ μὴ κολάζοντες οἱ δʼ εἰσεφέροντο μαλακὸν οὐδέν, ὥστε ἄοπλοι ληφθέντες ὑπʼ ἀνδρῶν ἐκ παρασκευῆς ἐπιφερομένων πολλοὶ μὲν αὐτῶν ταύτῃ καὶ ἀπέθνησκον, οἱ δὲ καὶ τραυματίαι ἀνεχώρησαν. καὶ οὕτω παύεται στάσις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.56 Joseph. AJ 18.61 (English) >>Joseph. AJ 18.65

Powered by PhiloLogic